Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.220 Joseph. AJ 19.225 (English) >>Joseph. AJ 19.230

19.223ἐν εὐρυχωρίᾳ δὲ τοῦ Παλατίου γενομένοις, πρῶτον δὲ οἰκηθῆναι τῆς Ῥωμαίων πόλεως τοῦτο παραδίδωσιν περὶ αὐτῆς λόγος, καὶ ἤδη τοῦ δημοσίου ἀντιλαμβανομένοις πολὺ πλείων ἐπιφοίτησις ἦν τῶν στρατιωτῶν χαρᾷ τὴν ὄψιν δεχομένοις τοῦ Κλαυδίου, περὶ πλείστου τε ἦν αὐτοῖς αὐτοκράτορα στήσασθαι τὸν ἄνθρωπον εὐνοίᾳ τε τῇ Γερμανικοῦ, ἀδελφὸς δὲ ἦν αὐτοῦ ἐπὶ μέγα πᾶσιν τοῖς ὡμιληκόσιν καταλελοιπὼς κλέος τὸ αὐτοῦ. 19.224ἀναλογισμός τε αὐτοὺς εἰσῄει τῆς τε πλεονεξίας τῶν ἐν τῇ συγκλήτῳ δυναστευόντων καὶ ὁπόσα ἐπὶ τῆς πρὶν ἀρχῆς ἡμάρτητο αὐτῇ. 19.225πρὸς δὲ καὶ τὸ ἀμήχανον τοῦ πράγματος κατενόουν, καὶ πάλιν εἰς ἑνὸς ἀρχὴν μεθισταμένων τῶν ὅλων κινδύνους αὐτοῖς φέρειν διʼ ἑνὸς κτησαμένου τὴν ἀρχὴν μεθισταμένων τῶν ὅλων παρʼ ὃν ἐπιχωρήσει καὶ εὐνοίᾳ τῇ αὐτῶν λαβόντα Κλαύδιον μνημονεύσεις τε χάριτος αὐτοῖς ἀποδιδόντα τιμήν, ἐπὶ τοιούτοις γένοιτʼ ἂν ἀρκοῦσα. 19.226

Ταῦτα πρός τε ἀλλήλους καὶ διʼ ἑαυτοὺς διεξῄεσαν καὶ τοῖς ἀεὶ προσπίπτουσιν διηγοῦντο. οἱ δὲ πυνθανόμενοι προθύμως ἐδέχοντο τὴν πρόκλησιν, συμφράξαντές τε καὶ περικλάσαντες ἦγον ἐπὶ τοῦ στρατοπέδου φοράδην ἀναβαστάσαντες, ὡς μὴ ἐμποδίζοιτο αὐτοῖς ἔπειξις. 19.227διειστήκεσαν δὲ αἱ γνῶμαι τοῦ δήμου καὶ τῶν ἐκ τῆς βουλῆς· οἱ μὲν ἀξιώματός τε τοῦ πρότερον ὀρεγόμενοι καὶ δουλείαν ἔπακτον αὐτοῖς ὕβρει τῶν τυράννων γενομένην φιλοτιμούμενοι διαδιδράσκειν χρόνῳ παρασχόν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.220 Joseph. AJ 19.225 (English) >>Joseph. AJ 19.230

Powered by PhiloLogic